Ancient Greek
(15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.
Dio Chrysostomus Soph., Orationes 28-9
Not analysed yet
οἱ δὲ πλείους θρασεῖς καὶ ὑπερήφανοι, δυσάρεστοι πρὸς ἅπαντα, ἁψίκοροι, τυράννοις ὅμοιοι καὶ πολὺ χείρους· οἷα δὴ τῆς κακίας αὐτῶν οὔσης οὐ μιᾶς οὐδὲ ἁπλῆς, ἀλλὰ συμπεφορημένης ἐκ μυρίων· ὥστε πάνυ ποικίλον τε καὶ δεινὸν εἶναιθηρίον, οἷα ποιηταὶ καὶ δημιουργοὶ πλάττουσι Κενταύρους τε καὶ Σφίγγας καὶ Χιμαίρας, ἐκ παντοδαπῶν φύσεων μίαν μορφὴν εἰδώλου ξυντιθέντες. τῷ δὲ τοιούτῳ τέρατι ξυμπλέκεσθαι καὶ ὁμόσε ἰέναι μαινομένου τινὸς ἀληθῶς ἔργον ἢ σφόδρα ἀνδρείου καὶ πτηνοῦ, Περσέως ἢ Βελλεροφόντου.