Ancient Greek
29 to 30
Dio Chrysostomus Soph., Orationes 29-4-30
Not analysed yet
τὸν δὲ Εὐρυσθέα οἴονται κρατεῖν τούτου καὶ ἐπιτάττειν, ὃν οὐδενὸς ἄξιον νενομίκασιν, οὐδὲ εὔξατο οὐδὲ ἔθυσεν οὐδέποτε οὐδεὶς Εὐρυσθεῖ. πλὴν ὅ γε Ἡρακλῆς περιῄει τὴν Εὐρώπην καὶ τὴν Ἀσίαν ἅπασαν, οὐδὲν ὢν τούτοις ὅμοιος τοῖς ἀθληταῖς —ποῦ γὰρ ἂν ἠδυνήθη προελθεῖν σάρκας τοσαύτας ἔχων ἢ τοσούτων κρεῶν δεόμενος ἢ βαθὺν οὕτως ὕπνον καθεύδων; —ἀλλʼ ἄγρυπνος καὶ λεπτός, ὥσπερ οἱ λέοντες, ὀξὺ βλέπων, ὀξὺ ἀκούων, οὔτε χειμῶνος οὔτε καύματος φροντίζων, οὐδὲν δεόμενος στρωμάτων ἢ χλανίδων ἢ ταπήτων, ἀλλὰ δέρμα ἀμπεχόμενος ῥυπαρόν, λιμοῦ πνέων, τοῖς ἀγαθοῖς βοηθῶν, τοὺς κακοὺς κολάζων.