Ancient Greek
(15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.
Dio Chrysostomus Soph., Orationes 30-11
Not analysed yet
ἴδετε δὲ αὑτοὺς ἐν τῷ παρόντι καὶ ὅταν τὰ συνήθη θεωρῆτε, οἷοί ἐστε. ἐμοὶ γὰρ νῦν μὲν ἀξιοθέατοι δοκεῖτε εἶναι καὶ ἰδιώταις καὶ βασιλεῦσι, καὶ οὐδείς ἐστιν ὃς οὐκ ἂν εἰσελθὼν καταπλαγείη τε ὑμᾶς καὶ τιμήσειεν· ἐν δὲ ταῖς ἄλλαις σπουδαῖς, ὅταν ὑμῖν ἐμπέσῃ τὸ τῆς ἀταξίας πνεῦμα, ὥσπερ ἂν τραχὺς ἄνεμος κινήσῃ θάλατταν ἰλυώδη καὶ ῥυπαράν, ἀτεχνῶς οἶμαι καθʼ Ὅμηρον ὁρᾶται ἀφρός τε καὶ ἄχνη καὶ φυκίων πλῆθος ἐκχεομένων·