Ancient Greek
30 to 33
Dio Chrysostomus Soph., Orationes 30-6-33
Not analysed yet
οὔτε ἱερὰ πορθούμενα θεῶν οὔτε χρημάτων πλῆθος ἁρπαζόμενον οὔτε κατʼ ἄκρας ὅλην ἐμπιμπρα μένην πόλιν οὔτε μείζονα βοὴν ἢ κτύπον χαλκοῦ τε καὶ πυρὸς τῶν μὲν φθειρομένων, τῶν δὲ ῥιπτουμένων· ἃ τὸν Πρίαμον πεποίηκε λέγοντα ἐπʼ ὀλίγον ὡς ἐσόμενα, ἃ τυχὸν αὐτῷ ὡς γιγνόμενα διελθεῖν, ὅπως ἐβούλετο καὶ μεθʼ ὅσου τἄλλα εἰώθει δείματος, ἐκπλήττων τε καὶ αὔξων τὰ μικρότατα. εἰ δέ γε ἤθελεν ἀνδρῶν ἐπισήμων εἰπεῖν θάνατον, πῶς ἀπέλιπε τὸν τοῦ Ἀχιλλέως καὶ τὸν τοῦ Μέμνονος καὶ Ἀντιλόχου καὶ Αἴαντος καὶ αὐτοῦ τοῦ Ἀλεξάνδρου; πῶς δὲ τὴν Ἀμαζόνων στρατείαν καὶ τὴν μάχην ἐκείνην τὴν λεγομένην τοῦ Ἀχιλλέως καὶ τῆς Ἀμαζόνος γενέσθαι καλὴν οὕτως καὶ παράδοξον; ὁπότε τὸν ποταμὸν αὐτῷ πεποίηκε μαχόμενον ὑπὲρ τοῦ λέγειν τι θαυμαστόν, ἔτι δὲ τοῦ Ἡφαίστου καὶ τοῦ Σκαμάνδρου μάχην καὶ τῶν ἄλλων θεῶν πρὸς ἀλλήλους, τροπάς τε καὶ ἥττας καὶ τραύματα ,ὑπὸ ἀπορίας πραγμάτων τοσούτων ἔτι καὶ τηλικούτων ἀπολειπομένων. ἀνάγκη οὖν ἐκ τούτων ὁμολογεῖν ἢ ἀγνώμονα Ὅμηρον καὶ φαῦλον κριτὴν τῶν πραγμάτων, ὥστε τὰ ἐλάττω καὶ ταπεινότερα αἱρεῖσθαι, καταλιπόντα ἄλλοις τὰ μέγιστά τε καὶ σπουδαιότατα, ἢ μὴ δύνασθαι αὐτόν, ὅπερ εἶπον, ἰσχυρίζεσθαι τὰ ψευδῆ, μηδʼ ἐν τούτοις ἐπιδεικνύναι τὴν ποίησιν ἃ ἐβούλετο κρύψαι ὅπως γέγονεν.