Ancient Greek
(16)ΤΑΡΣΙΚΟΣ ΠΡΩΤΟΣ.
Dio Chrysostomus Soph., Orationes 31-11
Not analysed yet
ʽτ̔ί οὖν ἁμαρτάνομεν ἡμεῖς; ʼ τὰ μὲν ἄλλα ἐῶ. γελοῖον γάρ, εἴ τις πρὸς τὸν ὅλως οὐκ ἐπιστάμενον κιθαρίζειν, ἔπειτα ὡς ἔτυχε κρούοντα, ἐπιχειροῖ λέγειν ὅ,τι ἥμαρτεν ἢ τίνα φθόγγον παρέβη. τοσοῦτον δὲ μόνον εἰπεῖν ἄξιον, ὃ μηδεὶς ἂν ἀρνήσαιτο. φημὶ δὴ θαυμαστόν τι πάθος ἐν τῇ πόλει ταύτῃ πεπονθέναι πολλούς, ὃ παρʼ ἄλλοις τισὶ πρότερον ἤκουον μᾶλλον ἢ παρʼ ὑμῖν γιγνόμενον.