Ancient Greek
(15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.
Dio Chrysostomus Soph., Orationes 32-7
Not analysed yet
οὐκ ἴστε ὅτι ὥσπερ ἡγεμὼν καὶ βασιλεὺς ὅταν προέλθῃ, τότε σαφέστατα ὁρᾶται καὶ δεῖ μηδὲν ἀγεννὲς μηδὲ αἰσχρὸν ποιεῖν· παραπλησίως καὶ δῆμος, ὅταν εἰς ταὐτὸ προέλθῃ καὶ ἀθρόος γένηται; χρὴ μὲν γὰρ οἶμαι καὶ τὸν ἄλλον χρόνον σωφρονεῖν ὑμᾶς· ἀλλʼ ὅμως ὅ, τι ἂν πράττῃ τις καθʼ αὑτόν, οὐ κοινόν ἐστι τοῦτο οὐδὲ τῆς πόλεως· ἐν τῷ θεάτρῳ δὲ βλέπεται τὸ δημόσιον ἦθος. ὑμεῖς δὲ μάλιστα ἐνταῦθα ἀφυλάκτωσἔχετε καὶ προήσεσθε τὴν δόξαν τῆς πόλεως· ὥσπερ αἱ κακαὶ γυναῖκες, δέον αὐτάς, κἂν οἴκοι μὴ σωφρονῶσιν, ἔξω γε προϊέναι κοσμίως, αἱ δὲ μάλιστα ἐν ταῖς ὁδοῖς ἁμαρτάνουσιν.