Ancient Greek
(7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ.
Dio Chrysostomus Soph., Orationes 33-2
Not analysed yet
τὸν δὲ Προμηθέα, σοφιστήν τινα, ἐμοὶ δοκεῖν, καταλαβὼν ὑπὸ δόξης ἀπολλύμενον, νῦν μὲν οἰδοῦντος αὐτῷ καὶ αὔξοντος τοῦ ἥπατος, ὁπότε ἐπαινοῖτο, πάλιν δὲ φθίνοντος, ὁπότε ψέγοιεν αὐτόν,ἐλεήσας καὶ φοβήσας ἔπαυσε τοῦ τύφου καὶ τῆς φιλονικίας· καὶ οὕτως ᾤχετο ὑγιᾶ ποιήσας. ταῦτα μὲν οὖν ἔπραττεν οὐδὲν Εὐρυσθεῖ χαριζόμενος.