Ancient Greek
(14)ΡΟΔΙΑΚΟΣ.
Dio Chrysostomus Soph., Orationes 34-8
Not analysed yet
ἀλλʼ ἐὰν μὲν οἰκέτην τις ἀλλότριον ἢ σκεῦος ἀποδῶται ψευσάμενος ὡς ἑαυτοῦ, σφόδρα ἕκαστος ἀγανακτεῖ τῶν ἠπατημένων, καὶ θαυμάζοιμʼ ἄν, εἰ μὴ ἐζημιοῦτε τοῦτον ὑμεῖς· εἰ δʼ ἀλλοτρίαν τις εἰκόνα καὶ μηδὲν αὐτῷ προσήκουσαν ἐξαπατηθεὶς λάβοι παρὰ τῶν μὴ κυρίων· ὃ γὰρ ἂν ἄλλῳ δῷ τις, τούτου κύριος οὐκέτʼ ἐστὶν ἑτέρῳ διδόναι· χάριν αὐτὸν οἴεσθε τοῖς παρακρουσαμένοις ἔχειν;