Ancient Greek
35 to 36
Dio Chrysostomus Soph., Orationes 35-3-36
Not analysed yet
πρότερον δέ,ἵνα μὴ δοκῇ σεμνὰ μόνον καὶ μεγάλα ἔργα διαπράττεσθαι, τὴν κόπρον ἀπελθὼν τὴν κειμένην παρʼ Αὐγέᾳ, πολύ τι χρῆμα πολλῶν ἐτῶν, ἐκείνην ἐξεφόρει καὶ ἐκάθαιρεν. ἡγεῖτο γὰρ οὐχ ἧττον αὑτῷ διαμαχητέον εἶναι καὶ πολεμητέον πρὸς τὴν δόξαν ἢ τὰ θηρία καὶ τῶν ἀνθρώπων τοὺς κακούργους. ταῦτα δὲ λέγοντος τοῦ Διογένους, περιίσταντο πολλοὶ καὶ πάνυ ἡδέως ἠκροῶντο τῶν λόγων. ἐννοήσας δὲ οἶμαι τὸ τοῦ Ἡρακλέους, τοὺς μὲν λόγους ἀφῆκε, χαμαὶ δὲ καθεζόμενος ἐποίει τι τῶν ἀδόξων. εὐθὺς οὖν οἱ πολλοὶ κατεφρόνουν αὐτοῦ καὶ μαίνεσθαι ἔφασαν, καὶ πάλιν ἐθορύβουν σοφισταί, καθάπερ ἐν τέλματι βάτραχοι τὸνὕδρον οὐχ ὁρῶντες.