Ancient Greek
36 to 40
Dio Chrysostomus Soph., Orationes 36-40
Not analysed yet
ἐγὼ μὲν οὖν ἁπλῶς εἶπον τὰ περὶ τὸν ἀγαθὸν βασιλέα. τούτων δὲ εἴ τι φαίνεται προσήκειν σοι, μακάριος μὲν αὐτὸς τῆς εὐγνώμονος καὶ ἀγαθῆς φύσεως, μακάριοι δὲ ἡμεῖς οἱ συμμετέχοντες. μετὰ δὲ τὸν νῦν εἰρημένον λόγον ἐγὼ μὲν ἐπεθύμουν διελθεῖν περὶ τοῦ μεγίστου καὶ πρώτου βασιλέως καὶ ἄρχοντος, ὃν χρὴ μιμουμένους ἀεὶ τοὺς θνητοὺς καὶ τὰ τῶν θνητῶν διέποντας ἐπιμελεῖσθαι, πρὸς ἐκεῖνον ὡς δυνατόν ἐστιν εὐθύνοντας καὶ ἀφομοιοῦντας τὸν αὑτῶν τρόπον. διὰ τοῦτο γὰρ καὶ Ὅμηρος διοτρεφέας εἶναί φησι τοὺς ἀληθῶς βασιλέας καὶ Διὶ τὴν βουλὴν ὁμοίους, καὶ τὸν Μίνω, μεγίστην ἔχοντα δόξαν ἐπὶ δικαιοσύνῃ, τοῦ Διὸς ὁμιλητὴν ἔφη γενέσθαι. καὶ σχεδὸν ὅσοι πώποτε ἐν Ἕλλησιν ἢ βαρβάροις γεγόνασι βασιλεῖς οὐκ ἀνάξιοι τυγχάνειν ταύτης τῆς προσηγορίας, τοῦ θεοῦ τούτου μαθητάς τε καὶ ζηλωτὰς ὁ λόγος αὐτοὺς ἀποφαίνεται. Ζεὺς γὰρ μόνος θεῶν πατὴρ καὶ βασιλεὺς ἐπονομάζεται καὶ Πολιεὺς καὶ Φίλιός τε καὶ Ἑταιρεῖος καὶ Ὁμόγνιος, πρὸς δὲ τούτοις Ἱκέσιός τε καὶ Ξένιος καὶ μυρίας ἄλλας ἐπικλήσεις ,πάσας ἀγαθὰς καὶ ἀγαθῶν αἰτίας· βασιλεὺς μὲν κατὰ τὴν ἀρχὴν καὶ τὴν δύναμιν ὠνομασμένος, πατὴρ δὲ οἶμαι διά τε τὴν κηδεμονίαν καί τὸ πρᾷον, Πολιεὺς δὲ κατὰ τὸν νόμον καὶ τὸ κοινὸν ὄφελος, Ὁμόγνιος δὲ διὰ τὴν τοῦ γένους κοινωνίαν θεοῖς τε καὶ ἀνθρώποις, Φίλιος δὲ καὶ Ἑταιρεῖος, ὅτι πάντας ἀνθρώπους ξυνάγει καὶ βούλεται εἶναι ἀλλήλοις φίλους,