Ancient Greek
(15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.
Dio Chrysostomus Soph., Orationes 36-7
Not analysed yet
ἥ τε γὰρ Αἴγυπτος ,τηλικοῦτον ἔθνος, σῶμα τῆς πόλεώς ἐστι, μᾶλλον δὲ προσθήκη, τοῦ τε ποταμοῦ τὸ ἴδιον τῆς φύσεως παρὰ τοὺς ἄλλους ἅπαντας λόγου μεῖζον, τό τε θαυμαστὸν αὐτοῦ καὶ τὸ ὠφέλιμον, τήν τε θάλατταν τὴν καθʼ ἡμᾶς ἅπασαν ἐκδέχεσθε, κάλλει τε λιμένων καὶ μεγέθει στόλου καὶ τῶν πανταχοῦ γιγνομένων ἀφθονίᾳ καὶ διαθέσει, καὶ τὴν ἔξωθεν ὑπερκειμένην ἔχετε, τήν τε Ἐρυθρὰν καὶ τὴν Ἰνδικήν, ἧς πρότερον τοὔνομα ἀκοῦσαι χαλεπὸν ἦν· ὥστε τὰς ἐμπορίας οὐ νήσων οὐδὲ λιμένων οὐδὲ πορθμῶν τινων καὶ ἰσθμῶν, ἀλλὰ σχεδὸν ἁπάσης τῆς οἰκουμένης γίγνεσθαι παρʼ ὑμῖν. κεῖται γὰρ ἐν συνδέσμῳ τινὶ τῆς ὅλης γῆς καὶ τῶν πλεῖστον ἀπῳκισμένων ἐθνῶν, ὥσπερ ἀγορὰ μιᾶς πόλεως εἰς ταὐτὸ ξυνάγουσα πάντας καὶ δεικνύουσά τε ἀλλήλοις καὶ καθʼ ὅσον οἷόν τε ὁμοφύλους ποιοῦσα.