Ancient Greek
38 to 40
Dio Chrysostomus Soph., Orationes 38-40
Not analysed yet
φησὶ γοῦν, ὥστε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης δῶμα καθʼ ὑψερεφὲς Μενελάου κυδαλίμοιο χρυσοῦ τʼ ἠλέκτρου τε καὶ ἀργύρου ἠδʼ ἐλέφαντος. τοῖς γὰρ Τρωικοῖς σκύλοις ἐχρῆν μᾶλλον λάμπειν αὐτὸ ἢ τούτοις κατά γε τὴν σὴν διάνοιαν. καὶ ὁ Ἀλέξανδρος ἐπισχών, Οὐκ ἔγωγε, εἶπε, τὸν Ὅμηρον ἐάσειν μοι δοκῶ ἀναπολόγητον· ἴσως γὰρ πρὸστὸν τοῦ Μενελάου τρόπον ἐποίησε τὰ βασίλεια, ὅν φησι μόνον εἶναι τῶν Ἀχαιῶν μαλθακὸν αἰχμητήν. σχεδὸν γὰρ οὖν ἔοικεν οὐδὲ τῶν ἄλλων οὐδὲν μάτην ὁ ποιητὴς οὗτος λέγειν, ἀλλὰ καὶ στολὴν καὶ οἴκησιν καὶ δίαιταν πρὸς τὸ τῶν ἀνθρώπων ἦθος πολλάκις ἀπεικάζει.