Ancient Greek
(3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ.
Dio Chrysostomus Soph., Orationes 39
Not analysed yet
οὐκ οἶδα, ὦ ἄριστε, εἰ νομίμως καὶ δικαίως τούτων ἁπάντων προέστηκεν καὶ τοιοῦτος ὢν ὁποῖον εἴρηκα πολλάκις· εἰ μὲν γὰρ εὐγνώμων καὶ φιλάνθρωπος καὶ νόμιμος ὢν ἐπὶ σωτηρίᾳ καὶ τῷ συμφέροντι τῶν ἀρχομένων ἐπιμελεῖται, αὐτὸς πρῶτος εὐδαίμων ὤν, καθάπερ εἶπον, καὶ τοῖς ἄλλοις μεταδιδοὺς τῆς αὑτοῦ εὐδαιμονίας, οὐ δίχα θεὶς τό τε αὑτοῦ καὶ τὸ τῶν ἀρχομένων συμφέρον, ἀλλὰ τότε χαίρων μάλιστα καὶ τότε νομίζωνἄριστα πράττειν, ὅταν ὁρᾷ καλῶς πράττοντας τοὺς ἀρχομένους, δυνάμει τε μέγιστός ἐστιν καὶ βασιλεὺς ἀληθῶς·