Ancient Greek
(6)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ
Dio Chrysostomus Soph., Orationes 39-3
Not analysed yet
ὑφορᾶσθαι δὲ καὶ τὰ σιτία καὶ τὸ ποτόν, καὶ τοὺς προπειράσοντας ταῦτα ἔχειν, ὥσπερ ἐν ὁδῷ πολεμίων γεμούσῃ τοὺς προερευνῶντας. ἀλλὰ μηδὲ τοῖς ἀναγκαίοις θαρρεῖν, μήτε παισὶ μήτε γυναικί. οὕτως δὲ χαλεποῦ ὄντος πράγματος καὶ δυστυχοῦς τῆς μοναρχίας, μηδὲ ἀπαλλαγῆναί ποτε αὐτοῦ μήτε βούλεσθαι μήτε δύνασθαι.