Ancient Greek
(16)ΤΑΡΣΙΚΟΣ ΠΡΩΤΟΣ.
Dio Chrysostomus Soph., Orationes 41-10
Not analysed yet
καὶ πάλιν ἐκ τῆς νήσου τῶν Κυκλώπων ἀκούοντα τῶν τε προβάτων βληχωμένων καὶ αὐτῶν τῆς φωνῆς, ὡς ἂν οἶμαι νεμόντων, νοεῖνὅτι ποιμένων τινῶν ἐστιν ἡ χώρα, φέρε καὶ ὑμᾶς εἴ τις ἐκ τοῦ φερομένου ἤχου πόρρωθεν εἰκάζοι, οἵους ἂν ἀνθρώπους ὑπολάβοι εἶναι καὶ τί πράττειν; καὶ πότερον ὑμᾶς Ἀργείων ἀποίκους, ὡς λέγετε, φήσει τις ἢ μᾶλλον ἐκείνων Ἀραδίων; καὶ πότερον Ἕλληνας ἢ Φοινίκων τοὺς ἀσελγεστάτους; ἐγὼ μὲν γὰρ ἡγοῦμαι μᾶλλον προσήκειν ἀνδρὶ σώφρονι ἐν τοιαύτῃ πόλει κηρὸν ἐπαλεῖψαι τοῖς ὠσὶν ἢ εἰ τὰς Σειρῆνας παραπλέων ἔτυχεν. ὅπου μὲν γὰρ ὑπῆρχε θανάτου κίνδυνος, ὅπου δὲ ἀσελγείας, ὕβρεως, τῆς ἐσχάτης διαφθορᾶς.