Ancient Greek
42 to 49
Dio Chrysostomus Soph., Orationes 42-2-49
Not analysed yet
τοιαῦτα μὲν ἐκεῖνος εἰώθει λέγειν, προτρέπων ἀεὶ πρὸς ἀρετὴν καὶ βελτίους ποιῶν καὶ ἄρχοντας καὶ ἰδιώτας. ὅμοια δὲ εἰρήκασι περὶ ἀρχῆς καὶ βασιλείας οἱ μετʼ αὐτόν, ὡς οἷόν τε ἑπόμενοι τῇ σοφωτάτῃ γνώμῃ. αὐτὰ δὲ πρῶτα δηλοῖ τὰ ὀνόματα τὴν διαφορὰν τῶν πραγμάτων. λέγεται γὰρ ἡ μὲν ἀρχὴ νόμιμος ἀνθρώπων διοίκησις καὶ πρόνοια ἀνθρώπων κατὰ νόμον, βασιλεία δὲ ἀνυπεύθυνος ἀρχή, ὁ δὲ νόμος βασιλέως δόγμα. ὁ δὲ τύραννος καὶ ἡ τυραννὶς ἐναντίον τούτοις βίαιος καὶ παράνομος χρῆσις ἀνθρώπων τοῦ δοκοῦντος ἰσχύειν πλέον. τρία γὰρ εἴδη, τὰ φανερώτατα, πολιτειῶν γιγνομένων κατὰ νόμον καὶ δίκην μετὰ δαίμονός τε ἀγαθοῦ καὶ τύχης ὁμοίας· μία μὲν ἡ πρώτη καὶ μάλιστα συμβῆναι δυνατή, περὶ ἧς ὁ νῦν λόγος, εὖ διοικουμένης πόλεως ἢ πλειόνων ἐθνῶν ἢ ξυμπάντων ἀνθρώπων ἑνὸς ἀνδρὸς ἀγαθοῦ γνώμῃ καὶ ἀρετῇ· δευτέρα δὲ ἀριστοκρατία καλουμένη, οὔτε ἑνὸς οὔτε πολλῶν τινων, ἀλλὰ ὀλίγων τῶν ἀρίστων ἡγουμένων, πλεῖον ἀπέχουσα ἤδη τοῦ δυνατοῦ καὶ τοῦ συμφέροντος· τρίτη δὲ πασῶν ἀδυνατωτάτη σχεδὸν ἡ σωφροσύνῃ καὶ ἀρετῇ δήμου προσδοκῶσά ποτε εὑρήσειν κατάστασιν ἐπιεικῆ καὶ νόμιμον, δημοκρατία προσαγορευομένη, ἐπιεικὲς ὄνομα καὶ πρᾷον, εἴπερ ἦν δυνατόν. τρισὶ δὲ ταύταις, ὥσπερ εἴρηται, πολιτείαις τρεῖς ἐναντίαι παράνομοι διαφθοραί, ἡ μὲν πρώτη ,τυραννίς, ἑνὸς ὕβρει καὶ βίᾳ τοῦ κακίστου τῶν ἄλλων ἀπολλυμένων· ἡ δὲ μετʼ ἐκείνην ὀλιγαρχία, σκληρὰ καὶ ἄδικος πλεονεξία πλουσίων τινῶν καὶ πονηρῶν ὀλίγων ἐπὶ τοὺς πολλοὺς καὶ ἀπόρους συστᾶσα· ἡ δὲ ἑξῆς ποικίλη καὶ παντοδαπὴ φορὰ πλήθους οὐδὲν εἰδότος ἁπλῶς, ταραττομένου δὲ ἀεὶ καὶ ἀγριαίνοντοσὑπὸ ἀκολάστων δημαγωγῶν, ὥσπερ κλύδωνος ἀγρίου καὶ χαλεποῦ ὑπὸ ἀνέμων σκληρῶν μεταβαλλομένου. τούτων μὲν οὖν ὁ λόγος ἄλλως ἐπεμνήσθη, πολλὰ παθήματα καὶ συμφορὰς ἑκάστης αὐτῶν ἐκ τοῦ πρότερον χρόνου δεῖξαι δυνάμενος·