Ancient Greek
(15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.
Dio Chrysostomus Soph., Orationes 43-7
Not analysed yet
καίτοι τάχα ἐρεῖ τις τῶν Περσῶν ἢ τῶν Βακτρίων, ὡς αὐτοὶ μὲν ἴσασιν ἱππεύειν καὶ σχεδὸν ἄριστοι δοκοῦσιν ἱππεῖς· τὸ γὰρ πρᾶγμα ὑπὲρ ἀρχῆς καὶ ἐλευθερίας ἐπιτηδεύουσιν· ἀλλʼ ὅμως οὐδὲν τοιοῦτον πεπόνθασιν· ὑμεῖς δὲ οὐδεπώποτε αὐτοὶ θιγόντες οὐδʼ ἐπιβάντες ἵππων οὐ δύνασθε κατέχειν αὑτοὺς, ἀλλʼ ἐστὲ ὅμοιοι χωλοῖς ὑπὲρ δρόμου ἐρίζουσιν. τοιγαροῦν δειλοὶ ὄντες καὶ ἀστράτευτοι πολλὰς ἤδη νενικήκατε ἱππομαχίας.