Ancient Greek
(17)ΤΑΡΣΙΚΟΣ ΔΕΥΤΕΡΟΣ.
Dio Chrysostomus Soph., Orationes 43-9
Not analysed yet
ἐγὼ δʼ ὑπὲρ τῶν πρὸς τοὺς Μαλλώτας καὶ τὰς ἄλλας πόλεισεἰπὼν ἔτι παύσομαι. καὶ γὰρ ἱκανῶς ἀνέχεσθαι δοκεῖτέ μοι. πρὸς μὲν οὖν τούτους, λέγω δὲ Μαλλώτας, εἴ τι πεποιήκασιν ἀγωμόνως, ὥσπερ πεποιήκασι, τὴν ὀργὴν καταβαλόντες καὶ τὴν τιμωρίαν, ἣν ἐνομίζετε ὀφείλεσθαι ὑμῖν, αὐτοῖς χαρισάμενοι, περὶ τοῦ πράγματος διακρίθητε ,τὸ φέρειν τὰ τοιαῦτα καὶμὴ φιλονικεῖν, τοῦθʼ, ὥσπερ ἐστίν, ἡγησάμενοι μέγα καὶ τῷ παντὶ κρειττόνων ἀνδρῶν, ἄλλως τε πρὸς τοσούτῳ καταδεεστέρους —