Ancient Greek
45 to 49
Dio Chrysostomus Soph., Orationes 45-49
Not analysed yet
οὕτω δὴ καὶ τῶν βασιλέων, ἅτε οἶμαι παρὰ τοῦ Διὸς ἐχόντων τὴν δύναμιν καὶ τὴν ἐπιτροπήν, ὃς μὲν ἂν πρὸς ἐκεῖνον βλέπων τὸν τοῦ Διὸς νόμον τε καὶ θεσμὸν κοσμῇ καὶ ἄρχῃ δικαίως τε καὶ καλῶς, ἀγαθῆς τυγχάνει μοίρας καὶ τέλους εὐτυχοῦς· ὃς δʼ ἂν παραβῇ καὶ ἀτιμάσῃ τὸν ἐπιτρέψαντα ἢ δόντα τὴν δωρεὰν ταύτην, οὐδὲν ἀπώνατο τῆς πολλῆς ἐξουσίας καὶ δυνάμεως ἢ τοσοῦτον μόνον ὅσον φανερὸς πᾶσι γενέσθαι τοῖς καθʼ αὑτὸν καὶ τοῖς ὕστερον πονηρὸς καὶ ἀκόλαστος ὤν, τὸν μυθευόμενον Φαέθοντος ἀναπληρώσας πότμον, ἅτε ἰσχυροῦ καὶ θείου παρὰ μοῖραν ἐπιβὰς ἅρματος, οὐχ ἱκανὸς ὢν ἡνίοχος. λέγει δὲ καὶ Ὅμηρος ὧδέ πως· ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ, τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγἐ ὀπίσσω ζωῷ, ἀτὰρ τεθνεῶτί γʼ ἐφεψιόωνται ἅπαντες· ὃς δʼ ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ, τοῦ μέντοι κλέος εὐρὺ διὰ ξεῖνοι φορέουσι πάντας ἐπʼ ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον. τὸ μὲν οὖν ἐμόν, ὅπερ ἔφην, ἥδιστα καὶ προθυμότατα τοῦτον εἴποιμʼ ἂν τὸν λόγον, τὸν ὑπὲρ τοῦ Διὸς καὶ τῆς τοῦ παντὸς φύσεως. ἐπεὶ δὲ πλείων ἐστὶ τοῦ καιροῦ τοῦ παρόντος καὶ δεόμενος ἀποδείξεων ἀκριβεστέρων, αὖθίς ποτε ἴσως γένοιτʼ ἂν σχολὴ διελθεῖν αὐτόν. εἰ δʼ ἄρα μῦθον ἐθέλοις τινὰ ἀκοῦσαι, μᾶλλον δὲ ἱερὸν καὶ ὑγιῆ λόγον σχήματι μύθου λεγόμενον, τυχὸν οὐκ ἄτοπός σοι φανήσεται νῦν τε καὶ ὕστερον ἐνθυμουμένῳ κατὰ σαυτὸν ὃν ἐγώ ποτε ἤκουσα γυναικὸς Ἠλείας ὑπὲρ Ἡρακλέους διηγουμένης.