Ancient Greek
(16)ΤΑΡΣΙΚΟΣ ΠΡΩΤΟΣ.
Dio Chrysostomus Soph., Orationes 45-8
Not analysed yet
ἄγε δὴ πρὸς τοῦ Ἡρακλέους καὶ τοῦ Περσέως καὶ τοῦ Ἀπόλλωνος καὶ τῆς Ἀθηνᾶς καὶ τῶν ἄλλων θεῶν, οὓς τιμᾶτε, ἀποκρίνασθέμοι προθύμως, εἴ τις ὑμῶν ἐβούλετο γυναῖκα τοιαύτην ἔχειν, λέγω δέ, ὥσπερ κιθαρίστρια καλεῖται γυνὴ καὶ νὴ Δία αὐλητρὶς ἢ ποιήτρια καὶ τἄλλα ὁμοίως ἀπὸ τῶν ἄλλων ἐπιτηδευμάτων, οὕτως ἣν ἄν τις συνήθως ὀνομάσειεν ἀπὸ τούτου τοῦ ἔργου. καὶ μὴ δυσχεραίνετε μηδὲ ἄχθεσθε· τοὺς γὰρ λόγους τούτους αὐτὸπαρέχει τὸ πρᾶγμα τῷ βουλομένῳ περὶ αὐτοῦ λέγειν, οὐκ ἐγώ ποθεν ἀνευρίσκω. γυναικὶ μὲν δὴ τοιαύτῃ ξυνοικεῖν οὐδεὶς ἂν ἐθελήσειεν ὑμῶν οὐδὲ ἐπὶ πεντακοσίοις ταλάντοις οἶμαι, θυγατέρα δὲ σχεῖν ἕλοιτο ἄν; ἀλλὰ νὴ Δία μητέρα πως οὐ χαλεπὸν τοιαύτην ἔχειν καὶ γηροβοσκεῖν· σεμνὸν γὰρ δῆλον ὅτι καὶ πρεσβυτέραις πρέπον μᾶλλον.