Ancient Greek
46 to 47
Dio Chrysostomus Soph., Orationes 46-47
Not analysed yet
καὶ ὁ Ἀλέξανδρος, Σοί, ἔφη, ὡς ἔοικεν, οὐ δοκεῖ βασιλεὺς εἶναι οὐδὲ ὁ μέγας βασιλεύς; καὶ ὁ Διογένης μειδιάσας, Οὐ μᾶλλον, εἶπεν, ὦ Ἀλέξανδρε, ἢ ὁ σμικρὸς δάκτυλος. οὐδʼ ἄρα ἐγώ, ἔφη, καταλύσας ἐκεῖνον μέγας βασιλεὺς ἔσομαι; οἰ τούτου γε ἕνεκα, εἶπεν ὁ Διογένης. οὐδὲ γὰρ τῶν παίδων ὁ νικήσας, ὅταν παίζωσιν, ὡς αὐτοί φασι, βασιλέας, τῷ ὄντι βασιλεύς ἐστιν. οἱ μέντοι παῖδες ἴσασιν ὅτι ὁ νενικηκὼς καὶ λεγόμενος βασιλεὺς σκυτοτόμου υἱός ἐστιν ἢ τέκτονος, καὶ δεῖ μανθάνειν αὐτὸν τὴν τοῦπατρὸς τέχνην· ὁ δὲ ἀποδρὰς παίζει μεθʼ ἑτέρων,