Ancient Greek
(14)ΡΟΔΙΑΚΟΣ.
Dio Chrysostomus Soph., Orationes 48-6
Not analysed yet
λέγω δὲ ἐφʼ ὧν ἔτι μένει τἀληθές. καὶ μὴν τό γε ἐν κοινῷ κεῖσθαι γελοιότατόν ἐστιν, εἴ τις ἄρα σημεῖον ἡγεῖται τοῦ μὴ τῶν εἰληφότων αὐτὰς ὑπάρχειν, ἀλλὰ τῆς πόλεως. οὕτω μὲν γὰρ ἐξέσται. λέγειν καὶ τὰ ἐν μέσῳ τῆς ἀγορᾶς πιπρασκόμενα τοῦ δήμου εἶναι, καὶ τὰ πλοῖα δήπουθεν οὐχὶ τῶν κεκτημένων, ἀλλὰ τῆς πόλεως, ἐπείπερ ἐν τοῖς λιμέσιν ἕστηκεν. ὅ τοίνυν ἤκουσά τινος ὑπὲρ τούτου λέγοντος ὡς ἰσχυρότατον, οὐκ ἂν ἀποκρυψαίμην, ὅτι δημοσίᾳ τοὺς ἀνδριάντας ἀπεγράψασθε ὑμεῖς. τί οὖν τοῦτό ἐστιν; καὶ γὰρ τὴν ἄντικρυς χώραν καὶ Κάρπαθον ταύτην καὶ ,ἑτέρας νήσους καὶ καθόλου πολλὰ ἔστιν εὑρεῖν, ἃ κοινῇ μὲν ἀπεγράψατο ἡ πόλις, διῄρηται δὲ εἰς τοὺς κατὰ μέρος.