Ancient Greek · ~2 min
5 to 6
Dio Chrysostomus Soph., Orationes 5-3-6
Not analysed yet
τῶν δὲ ἄλλων οἱ μακρόθεν μάλιστα προσῄεσαν πρὸς αὐτόν, ἀπὸ τῆς Ἰωνίας τε καὶ Σικελίας καὶ Ἰταλίας ὅσοι παρῆσαν καὶ τῶν ἐκ Λιβύης τινὲς καὶ τῶν ἐκ Μασσαλίας καὶ ἀπὸ Βορυσθένους, οὗτοι δὴ πάντες ἰδεῖν βουλόμενοι μᾶλλον αὐτὸν καὶ βραχύ τι ἀκοῦσαι λέγοντος, ὡς ἔχοιεν ἀπαγγέλλειν ἑτέροις, ἢ βελτίους γενέσθαι. ἐδόκει γὰρ ἱκανὸς εἶναι λοιδορῆσαι καὶ τοῖσἐρωτῶσιν ἀποκρίνασθαι πρὸς ἔπος. ὥσπερ οὖν τοῦ Ποντικοῦ μέλιτος γεύεσθαι ἐπιχειροῦσιν οἱ ἄπειροι, γευσάμενοι δὲ παραχρῆμα ἐξέπτυσαν δυσχεράναντες, ὅτι πικρόν ἐστι καὶ ἀηδές, οὕτως καὶ τοῦ Διογένους ἀποπειρᾶσθαι μὲν ἤθελον διὰ πολυπραγμοσύνην, ἐλεγχόμενοι δὲ ἀπεστρέφοντο καὶ ἔφευγον.