Ancient Greek · ~2 min
(12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ.
Dio Chrysostomus Soph., Orationes 5-7
Not analysed yet
πάλιν δʼ αὖ παρʼ ἑτέρῳ ποιητῇ τῶν ὕστερον τὴν Ἠλέκτραν πυνθανομένην ὑπὲρ τοῦἀδελφοῦ λυπηρῶς καὶ ἐλεοῦσαν αὐτὸν τῆς φυγῆς, οὕτω πως ἐρωτῶσαν· ποῦ γῆς ὁ τλήμων τλήμονας φυγὰς ἔχει; καὶ τὸν οὐχ ἧττον ἐλεεινῶς ἀποκρινόμενον, οὐχ ἕνα νομίζων φθείρεται πόλεως τόπον· τὴν δὲ αὖθις ἐρωτῶσαν, ἦπου σπανίζει τοῦ καθʼ ἡμέραν βίου; κἀκεῖνον οὕτως λέγοντα· ἔχει μέν, ἀσθενῆ δέ, ἅτε φεύγων ἀνήρ,