Ancient Greek
50 to 51
Dio Chrysostomus Soph., Orationes 50-2-51
Not analysed yet
τὸν γοῦν Κᾶρα τὸν χρυσῷ καλλωπιζόμενον εἰς τὸν πόλεμον μάλα ὑβριστικῶς ἐλοιδόρησεν, εἰπών, ὃς καὶ χρυσὸν ἔχων πόλεμόνδʼ ἴεν ἠύτε κούρη νήπιος, οὐδʼ ἄρα οἱ τό γʼ ἐπήρκεσε λυγρὸν ὄλεθρον ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο ἐν ποταμῷ· χρυσὸν δʼ Ἀχιλεὺς ἐκόμισσε δαΐφρων· καταγελῶν αὐτοῦ τῆς τρυφῆς ἅμα καὶ τῆς ἀφροσύνης, ὅτι τοῖς πολεμίοις ἆθλα ἐκόμιζε τοῦ θανάτου σχεδόν. οὔκουν φαίνεται χρυσοφορίας ἐπαινῶν Ὅμηρος, καὶ ταῦτα εἰς πόλεμον, ψελίων τε καὶ στρεπτῶν, ἔτι δὲ χρυσῶν φαλάρων καὶ χαλινῶν, ὁποῖα τοὺς Πέρσας φασὶν ἐπιτηδεύειν· οὐ γὰρ ἔχουσιν ἐπιτιμητὴν Ὅμηρον τῶν πολεμικῶν.