Ancient Greek
(15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.
Dio Chrysostomus Soph., Orationes 51-9
Not analysed yet
τοιγαροῦν ὡς παισὶν ὑμῖν παιδαγωγοὺς δέδωκε τοὺς φρονιμωτέρους τῆς πόλεως, μεθʼ ὧν καὶ θεωρεῖτε καὶ τἄλλα ἄμεινον πράττετε. ἐπεὶ πῶς ἂν ἀπείχεσθε ἀλλήλων; καίτοι ποίους τινὰς ἂν ὑμεῖς ἡγοῖσθε ἀνθρώπους, οἷς ἐλευθερία μὴ συμφέρει; νὴ Δία, τὸ γὰρπρᾶγμά ἐστι φύσει τοιοῦτον. οὐ γὰρ καὶ ἐν ἄλλαις πόλεσιν ᾅδουσι καὶ νὴ Δία αὐλοῦσι καὶ τρέχουσι καὶ πάνθʼ ὅσα γίγνεται παρʼ ὑμῖν καὶ παρʼ ἑτέροις τισίν; ἀλλʼ οὐδαμοῦ τοιοῦτος ἔρως ἐστὶ τοῦ πράγματος οὐδὲ οἶστρος.