Ancient Greek
53 to 54
Dio Chrysostomus Soph., Orationes 53-3-54
Not analysed yet
ἡγεῖται δὲ τὴν μὲν ἀρετὴν ὁσιότητα, τὴν δὲ κακίαν πᾶσαν ἀσέβειαν. εἶναι γὰρ ἐναγεῖς καὶ ἀλιτηρίους οὐ μόνον τοὺς τὰ ἱερὰ συλῶντας ἢ λέγοντάς τι βλάσφημον περὶ τῶν θεῶν, ἀλλὰ πολὺ μᾶλλον τούς τε δειλοὺς καὶ ἀδίκους καὶ ἀκρατεῖς καὶ ἀνοήτους καὶ καθόλου τοὺς ἐναντίον τι πράττοντας τῇ τε δυνάμει καὶ βουλήσει τῶν θεῶν. οὐ μόνον δὲ ἡγεῖται θεούς, ἀλλὰ καὶ δαίμονας καὶ ἥρωας ἀγαθοὺς τὰς τῶν ἀγαθῶν ἀνδρῶν ψυχὰς μεταβαλούσας ἐκ τῆς θνητῆς φύσεως·