Ancient Greek
(14)ΡΟΔΙΑΚΟΣ.
Dio Chrysostomus Soph., Orationes 54-4
Not analysed yet
ὅτι τοίνυν οὐθέν ἐστι τὸ τῆς ἀπογραφῆς οὐδὲ τὸ ἐν κοινῷ κεῖσθαι πρὸς τὸ μὴ τῶν εἰληφότων εἶναι τοὺς ἀνδριάντας πάλαι μὲν ἴσως ὑπάρχει δῆλον· ἀλλʼ ὥστε μηδʼ ἐπιχειρῆσαι μηδένα ἀντειπεῖν, ἐκεῖνο ὑμῖν ἐρῶ. ἴστε που τοὺς Ἐφεσίους, ὅτι πολλὰ χρήματα παρʼ αὐτοῖς ἐστι, τὰ μὲν ἰδιωτῶν, ἀποκείμενα ἐν τῷ νεῲ τῆς Ἀρτέμιδος, οὐκ Ἐφεσίων μόνον, ἀλλὰ καὶ ξένων καὶ τῶν ὁπόθεν δήποτε ἀνθρώπων, τὰ δὲ καὶ δήμων καὶ βασιλέων, ἃ τιθέασι πάντες οἱ τιθέντες ἀσφαλείας χάριν, οὐδενὸς οὐδεπώποτε τολμήσαντος ἀδικῆσαι τὸν τόπον, καίτοι καὶ πολέμων ἤδη μυρίων γεγονότων καὶ πολλάκις ἁλούσης τῆς πόλεως. οὐκοῦν ὅτι μὲν ἐν κοινῷ κεῖται τὰ χρήματα δῆλόν ἐστιν· ἀλλὰ καὶ δημοσίᾳ κατὰ τὰς ἀπογραφὰς ἔθος αὐτὰ τοῖς Ἐφεσίοις ἀπογράφεσθαι.