Ancient Greek
(15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.
Dio Chrysostomus Soph., Orationes 54-5
Not analysed yet
καὶ τί δεῖ τἄλλα ἐπεξιέναι καθʼ ἕκαστον; ἀλλὰ τὸ βαδίζειν, ὃ κοινόν ἐστι καὶ ἁπλοῦν δήπουθεν, τοῦ μὲν ἐμφαίνει τὴν ἡσυχίαν τοῦ τρόπου καὶ τὸ προσέχειν ἑαυτῷ, τοῦ δὲ ταραχήν καὶ ἀναίδειαν· σπουδῇ πρόσεισι, φθέγγεται βαδίζων πεσών τινα ἔωσε, μάχεται πρὸς ἕτερον. ὁμοίως καὶ περὶ τὰς θέας οἱ μέν εἰσιν ἄπληστοι καὶ λίχνοι καὶ περὶ πάντα ὁμοίως ἐπτοημένοι τὰ τυχόντα, οἱ δὲ κοσμίως καὶ μετʼ εἰρήνης μετέχουσιν.