Ancient Greek
(15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.
Dio Chrysostomus Soph., Orationes 57-6
Not analysed yet
ἥ τε μουσικὴ θεραπείας ἕνεκα τοῖς ἀνθρώποις εὑρῆσθαι δοκεῖ τῶν παθῶν καὶ μάλιστα δὴ μεταστρέφειν ψυχὰς ἀπηνῶς καὶ ἀγρίως διακειμένας. διὰ τοῦτο καὶ τῶν φιλοσόφων ἔνιοι πρὸς λύραν αὑτοὺς ἡρμόσαντο ἕωθεν, ἀποπαύοντες τῆς διὰ τῶν ὀνειράτων ταραχῆς. καὶ θεοῖς μετὰ μέλους θύομεν, ἵνα εὔτακτοι καὶ καθεστηκότες ὦμεν. ἕτερος δὲ αὖ τρόπος αὐλοῦ τε καὶ ᾠδῆς ἐν πένθεσιν, ἰωμένων οἶμαι τὸ σκληρὸν καὶ ἄτεγκτον τοῦ πάθους, θηλυτέραν δὲ τὴν λύπην ἐργαζομένων διʼ ᾠδῆς λανθανούσης μετὰ γόων, ὥσπερ οἱ ἰατροὶ τὰ φλεγμαίνοντα τῶν ἑλκῶν ὑγραίνοντες καὶ μαλακοποιοῦντες ἀνώδυνα ἔθηκαν.