Ancient Greek
58 to 59
Dio Chrysostomus Soph., Orationes 58-2-59
Not analysed yet
καὶ τὴν ἐπὶ ταύτῃ ποιηθεῖσαν ὑπὸ τῶν Μουσῶν τὴν ἐπινίκιον, οἷον ἐκέλευεν Ἀχιλλεὺς, τοῖσ Ἀχαιοῖς τὸν παιᾶνα ἅμα τῇ τοῦ Ἕκτορος ἀγωγῇ πρὸς τὰς ναῦς αὐτὸς ἐξάρχων, νῦν δʼ ἄγʼ ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν νηυσὶν ἐπὶ γλαφυρῇσι νεώμεθα, τόνδε δʼ ἄγωμεν. ἠράμεθα μέγα κῦδος, ἐπέφνομεν Ἕκτορα δῖον, ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο. ἔτι δὲ οἶμαι τὴν παρακλητικήν, οἵα ἡ τῶν Λακωνικῶν ἐμβατηρίων, μάλα πρέπουσα τῇ Λυκούργου πολιτείᾳ καὶ τοῖς ἐπιτηδεύμασιν ἐκείνοις· ἄγετʼ, ὦ Σπάρτας εὐάνδρου κοῦροι πατέρων πολιητᾶν, λαιᾷ μὲν ἴτυν προβάλεσθε, δόρυ δʼ εὐτόλμως πάλλοντες, μὴ φειδόμενοι τᾶς ζωᾶς· οὐ γὰρ πάτριον τᾷ Σπάρτᾳ.