Ancient Greek
(3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ.
Dio Chrysostomus Soph., Orationes 6-2
Not analysed yet
τῶν μὲν γὰρ πολλῶν ἀνθρώπων καὶ ἰδιωτῶν ὀλίγος ὁ δαίμων καὶ μόνου τοῦ ἔχοντος· ὅτου δʼ ἄν παμπληθεῖς μὲν ὑπακούωσι πόλεις, πάμπολλα δὲ ἔθνη κυβερνᾶται διὰ τῆς γνώμης, ἀνήριθμα δὲ φῦλα ἀνθρώπων καὶ ἄμικτα ἀλλήλοις ἀποβλέπῃ πρὸς τὴν φρόνησιν, πάντων οὗτος ἀνθρώπων γίγνεται σωτὴρ καὶ φύλαξ, ἄνπερ ᾖ τοιοῦτος. τοῦ γὰρ πάντων ἄρχοντος καὶ κρατοῦντος ἡ μὲν φρόνησις ἱκανὴ καὶ τοὺς ἄφρονας ὠφελεὶν· βουλεύεται γὰρ ὁμοίως ὑπὲρ πάντων.