Ancient Greek · ~1 min
(14)ΡΟΔΙΑΚΟΣ.
Dio Chrysostomus Soph., Orationes 6-9
Not analysed yet
ὁποῖοι γὰρ ἂν ὦσιν οἱ πλείους ἐν δημοκρατίᾳ, τοιοῦτον φαίνεται καὶ τὸ κοινὸν ἦθος· τὰ γὰρ τούτοις ἀρέσκοντα ἰσχύει δήπουθεν, οὐχ ἕτερα. μάλιστα δʼ ἂν φαίην ἔγωγε τοῖς καλλίστοις καὶ σεμνοτάτοις οἰκεῖον εἶναι χρῆσθαι προσέχοντας· παρʼ οἷς γὰρ τὰ τοιαῦτα ἀμελεῖται, καὶ κακίαν τινὰ ἐμφαίνει τῆς πόλεως τῶν τε ἄλλων οὐδὲν οἷόν τε ἐπιτηδείως πράττεσθαι.