Ancient Greek
(10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ.
Dio Chrysostomus Soph., Orationes 66-4
Not analysed yet
εἰ δὲ μή, τίς ἂν ἠνέσχετο αὐτῶν ἢ τῶν ἀδελφῶν ἢ ὁ πατὴρ τῶν ἄλλων πολιτῶνἀπολλυμένων καὶ πάσης κινδυνευούσης ἀναστάτου γενέσθαι τῆς πόλεως διὰ τὴν ἐκείνου παρανομίαν, ἐξὸν ἀποδόντας τὴν Ἑλένην σῶσαι αὑτούς; οἱ δὲ καὶ ὕστερον, ὥς φασιν, Ἀλεξάνδρου ἀποθανόντος, κατεῖχον αὐτὴν καὶ Δηιφόβῳ συνῴκιζον, ὡς μέγιστον ἀγαθὸν ἔχοντες ἐν τῇ πόλει καὶ φοβούμενοι μὴ καταλίποι αὑτούς.