Ancient Greek
(11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας
Dio Chrysostomus Soph., Orationes 67-5
Not analysed yet
φειδόμενος οὐδενὸς ὅ,τι μόνον ἡδονὴν ἢ σφοδρότητα ἔδοξεν αὐτῷ ἔχειν· πρὸς δὲ τούτοις μεταφέρων οὐ τὰ γειτνιῶντα μόνον οὐδὲ ἀπὸ τῶν ἐγγύθεν, ἀλλὰ τὰ πλεῖστον ἀπέχοντα, ὅπως κηλήσῃ τὸν ἀκροατὴν μετʼ ἐκπλήξεως καταγοητεύσας, καὶ οὐδὲ ταῦτα κατὰ χώραν ἐῶν, ἀλλὰ τὰ μὲν μηκύνων, τὰ δὲ συναιρῶν, τὰ δὲ ἄλλως παρατρέπων· τελευτῶν δὲ αὑτὸν ἀπέφαινεν οὐ μόνον μέτρων ποιητήν,