Ancient Greek
(16)ΤΑΡΣΙΚΟΣ ΠΡΩΤΟΣ.
Dio Chrysostomus Soph., Orationes 7-12
Not analysed yet
ὥσπερ οὖν εἰ συνελθόντες οἱ κάμνοντες εἶτʼ ἐπὶ τὸν ἰατρὸν ἐπεκώμαζον καὶ κωθωνίζεσθαι ἠξίουν, οὐκ ἂν αὐτοῖς κατʼ ἐλπίδα τὸ πρᾶγμα ἀπήντησεν, ἀλλʼ ἴσως ἠγανάκτουν πρὸς τὴν ὑποδοχήν, ταὐτό μοι πεπονθέναι δοκοῦσιν οἱ πολλοὶ ξυνιόντες ἐπὶ τὸν τοιοῦτον καὶ λέγειν κελεύοντες, ἄγευστοι δῆλον ὅτι τῶν τῆς ἀληθείας ὄντες λόγων, ἔπειθʼ ἡδύ τι καὶ προσηνὲς ἀκούσεσθαι προσδοκῶντες.