Ancient Greek · ~3 min
7 to 8
Dio Chrysostomus Soph., Orationes 7-7-8
Not analysed yet
ὅθεν οἶμαι καὶ τὸν μῦθον Αἴσωπος ξυνέστησεν ὅτι σοφὴοὖσα ξυνεβούλευε τοῖς ὀρνέοις τῆς δρυὸς ἐν ἀρχῇ φυομένης μὴ ἐᾶσαι, ἀλλʼ ἀνελεῖν πάντα τρόπον· ἔσεσθαι γὰρ φάρμακον ἀπʼ αὐτῆς ἄφυκτον, ὑφʼ οὗ ἁλώσονται, τὸν ἰξόν. πάλιν δὲ τὸ λίνον τῶν ἀνθρώπων σπειρόντων, ἐκέλευε καὶ τοῦτο ἐκλέγειν τὸ σπέρμα· μὴ γὰρ ἐπʼ ἀγαθῷ φυήσεσθαι. τρίτον δὲ ἰδοῦσα τοξευτήν τιναἄνδρα προέλεγεν ὅτι οὗτος ὁ ἀνὴρ φθάσει ὑμᾶς τοῖς ὑμετέροις πτεροῖς, πεζὸς ὢν αὐτὸς πτηνὰ ἐπιπέμπων βέλη. τὰ δὲ ἠπίστει τοῖς λόγοις καὶ ἀνόητον αὐτὴν ἡγοῦντο καὶ μαίνεσθαι ἔφασκον· ὕστερον δὲ πειρώμενα ἐθαύμαζε καὶ τῷ ὄντι σοφωτάτην ἐνόμιζεν. καὶ διὰ τοῦτο, ἐπὰν φανῇ, πρόσεισιν ὡς πρὸς ἅπαντα ἐπισταμένην·