Ancient Greek
(10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ.
Dio Chrysostomus Soph., Orationes 70-3
Not analysed yet
ὕστερον δὲ Ἀλεξάνδρου τελευτήσαντος, οὗ λέγεται ἐρᾶν, Δηιφόβῳ συνεῖναι, καθάπερ οἶμαι κἀκείνῳ τῆς Ἀφροδίτης ὑποσχομένης, καὶ μήτε αὐτὴν ἐθέλειν ἀπιέναι παρὰ τὸν αὑτῆς ἄνδρα μήτε τοὺς Τρῶας ἀποδοῦναι . τούτων οὐθὲν εἰκὸς οὐδὲ δυνατόν. ἔτι δὲ καὶ τόδε πρὸς τοῖς εἰρημένοις. τοὺς μὲν ἄλλους ἅπαντας Ἀχαιούς φησιν Ὅμηρος κοινωνῆσαι, οἷς ἧττον ἔμελε, τῆς δυνάμεως· Κάστορα δὲ καὶ Πολυδεύκην μόνους μὴ ἀφικέσθαι, τοὺς μάλιστα ὑβρισμένους.