Ancient Greek
(15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.
Dio Chrysostomus Soph., Orationes 72-6
Not analysed yet
καὶ μὴν ἐκεῖνο μέμνησθε τὸ γελοῖον ὡς ὁ βέλτιστος ὑμῖν Κόνων ἐχρήσατο προελθών, οὗ μάλιστατὸ πλῆθος ὑμῶν συνειστήκει, καὶ δείξας τινὰ τόπον βραχὺν προηγόρευεν ὡς εἰ μὲν αὐτὸς ἐκεῖ προέλθοι, νενικηκὼς εἴη καὶ δέοι ὑμᾶς ἀπαλλάττεσθαι καθʼ αὑτοὺς καὶ παραχωρεῖν· εἰ δʼ ὑμεῖς, ἔφη, τέτταρα ἢ πέντε βήματα νικᾶτε, κἀγὼ βαδιοῦμαι· ταῦτα δὲ ἔλεγε, φειδόμενος ὑμῶν καὶ καταγελῶν καὶ καθάπερ παισὶ προσπαίζων. ἐπεὶ τὸ στράτευμα ἐφειστήκει κἀκεῖνος οὐδένα εἴα ἅπτεσθαι, γυμνοὺς ἅπαντας ὁρῶν καὶ ἑτοίμους ἀπόλλυσθαι. τί οὖν; ἐβιάσαντο μετὰ ταῦτα οἱ προπετεῖς καὶ ἀκόλαστοι καὶ ἐπίτηδες ἀνατρέψαι καὶ συγχέαι πάντα ἐπιβουλεύσαντες, καὶ οὐ πρότερον ὑμᾶς ἀνῆκαν ἕως ἐγεύσασθε πολέμου καὶ τὸ δεινὸν ἄχρι πείρας προῆλθεν.