Ancient Greek · ~2 min
75 to 76
Dio Chrysostomus Soph., Orationes 75-2-76
Not analysed yet
ἦπού γε δουλείαν δουλεύειν φαίη τις ἂν πάνυ ἰσχυράν. εἰ γὰρ καὶ σμικρὸν ἀμελήσειε καὶ παραβαίη τῆς αὑτοῦ τάξεως, οὐδὲν κωλύει πάντα μὲν οὐρανόν, πᾶσαν δὲ γῆν, πᾶσαν δὲ θάλατταν οἴχεσθαι, πάντα δὲ τοῦτον τὸν εὐειδῆ καὶμακάριον κόσμον τὴν αἰσχίστην καὶ χαλεπωτάτην ἀκοσμίαν φανῆναι. νῦν δέ, ὥσπερ ἐν λύρᾳ φθόγγων ἁπτόμενος ἐμμελῶς, οὐδέποτε ἐξίσταται τῆς καθαρᾶς τε καὶ ἄκρας ἁρμονίας, μίαν ἀεὶ καὶ τὴν αὐτὴν ἀπιὼν ὁδόν.