Ancient Greek
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α.
Dio Chrysostomus Soph., Orationes 77
Not analysed yet
καὶ δὴ πρῶτον μὲν αὐτῷ τὰ περὶ τὴν εἴσοδον ἐδείκνυεν, ὡς μία μὲν ἐφαίνετο πρόδηλος, καὶ αὐτὴ σχεδὸν, ὁποίαν πρότερον εἶπον, ἐπισφαλὴς καὶ παρʼ αὐτὸν φέρουσα τὸν κρημνόν, πολλαὶ δὲ ἄδηλοικαὶ ἀφανεῖς διαδύσεις, καὶ κύκλῳ πᾶς ὑπόνομος ὁ τόπος καὶ διατετμημένος ὑπʼ αὐτὸν οἶμαι τὸν θρόνον, αἱ δὲ πάροδοι καὶ ἀτραποὶ πᾶσαι πεφυρμέναι αἵματι καὶ μεσταὶ νεκρῶν. διὰ δὲ τούτων οὐδεμιᾶς ἦγεν αὐτόν, ἀλλʼ ἔξωθεν καθαρωτέραν, ἅτε οἶμαι θεατὴν ἐσόμενον.