Ancient Greek
(11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας
Dio Chrysostomus Soph., Orationes 79-3
Not analysed yet
βροντῆς γὰρ εἴδωλον ἄφθογγον ἢ κεραυνοῦ εἴκασμα ἀλαμπὲς ἐκ τῶν τῇδε ἐπιγείων μεταλλευμάτων ποῖον ἄν τι καὶ γένοιτο; ἔτι δὲ γῆν σειομένην καὶ κινούμενον Ὄλυμπον ὑπὸ νεύματι βραχεῖ τῶν ὀφρύων ἤ τινα νέφους περὶ τῇ κεφαλῇ στέφανον Ὁμήρῳ μὲν εἰπεῖν εὐμαρὲς καὶ πολλὴ πρὸς τὰ τοιαῦτα ἅπαντα ἐλευθερία, τῇ δέ γε ἡμετέρᾳ τέχνῃ παντελῶς ἄπορον, ἐγγύθεν ἐχούσῃ καὶ σαφῆ τὸν ἔλεγχον τῆς ὄψεως.