Ancient Greek
(15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.
Dio Chrysostomus Soph., Orationes 79-5
Not analysed yet
σκοπεῖτε δὲ μὴ καὶ ὑμεῖς ὑπὸ τῆς τοιαύτης ἐπιθυμίας ἀπόλησθε. ποῖος γὰρ Ὅμηρος ἢ τίς ἀνθρώπων δύναται τὰ συμβαίνοντα εἰπεῖν; οὐ γὰρ οὕτως ἐκεῖνός φησι τὰ ἅρματα ταπεινὰ γίγνεσθαι μεταξὺ καὶ σφόδρα ὑψηλὰ κατὰ τὸν δρόμον, ὡς τὰς ὑμετέρας ψυχὰς ἰδεῖν ἔστι πασχούσας. φησὶ δʼ οὕτως, ἵνʼ ὑμῖν καὶ χαρίσωμαί τι μικρόν· ἅρματα δʼ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ, ἄλλοτε δʼ ἀΐξασκε μετήορα, τοὶ δʼ ἐλατῆρες ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου νίκης ἱεμένων, κέκλοντο δὲ οἷσιν ἕκαστος ἵπποις.