Ancient Greek
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α.
Dio Chrysostomus Soph., Orationes 8
Not analysed yet
ἀλλὰ γὰρ οὐ πᾶσαν ἴασιν οὐδὲ ὠφέλειαν ὁλόκληρον ἠθῶν ἱκανὴ παρασχεῖν ἡ μουσικῆς ἐπιστήμη τε καὶ ἕξις· οὐ γὰρ οὖν, ὥς φησιν ὁ ποιητής, οὐδʼ Ἀσκληπιάδαις τοῦτό γʼ ἔδωκε θεός· μόνος δὲ ὁ τῶν φρονίμων τε καὶ σοφῶν λόγος, οἷοι γεγόνασιν πολλοὶ τῶν πρότερον, ἀνενδεὴς καὶ τέλειος ἡγεμὼν καὶ βοηθὸς εὐπειθοῦς καὶ ἀγαθῆς φύσεως, πρὸς πᾶσαν ἀρετὴν παραμυθούμενός τε καὶ ἄγων ἐμμελῶς.