Ancient Greek
(14)ΡΟΔΙΑΚΟΣ.
Dio Chrysostomus Soph., Orationes 8-10
Not analysed yet
ταῦτα τοίνυν ἡγεῖσθε, ἄνδρες Ῥόδιοι, πάνυ φαύλως παρʼ ὑμῖν ἔχοντα καὶ τῆς πόλεως οὐκ ἀξίως, τὰ περὶ τοὺς εὐεργέτας λέγω καὶ τὰς τιμὰς τῶν ἀγαθῶν ἀνδρῶν, οὐκ ἀρχῆθεν ὑμῶν οὕτω τῷ πράγματι χρωμένων· πόθεν; τοὐναντίον γὰρ ὥσπερ ἄλλʼ ἄττα τῶν ὑμετέρων διαφερόντως ἄν τις ἀποδέξαιτο καὶ θαυμάσειεν, οὕτω μοι δοκεῖτε καὶ τιμῆς μάλιστα προνοῆσαι· γνοίη δʼ ἄν τις εἰς τὸ τῶν εἰκόνων πλῆθος ἀπιδών· μοχθηροῦ δὲ ἄλλως κατεσχηκότος ἔθους ἔκ τινος χρόνου, καὶ μήτε τιμωμένου λοιπὸν παρʼ ὑμῖν μηδενός, εἰ βούλεσθε τἀληθὲς εἰδέναι, τῶν τε πρότερον γενναίων ἀνδρῶν καὶ περὶ τὴν πόλιν προθύμων, οὐκ ἰδιωτῶν μόνον, ἀλλὰ καὶ βασιλέων ὑβριζομένων καὶ τὰς τιμὰς ἀποστερουμένων.