Ancient Greek
(7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ.
Dio Chrysostomus Soph., Orationes 8-4
Not analysed yet
ἐπεὶ δὲ ἔφη παύσειν τοὺς πεισομένους αὐτῷ ἀγνοίας καὶ πονηρίας καὶ ἀκολασίας, οὐδεὶς αὐτῷ προσεῖχεν οὐδὲ ἐκέλευεν ἰᾶσθαι αὑτόν, οὐδʼ ἂν εἰ πολὺ προσλήψεσθαι ἀργύριον ἔμελλεν, ὡς ἧττον ὑπὸ τούτων ἐνοχλούμενος ἢ χαλεπώτερον ἀνθρώπῳ σπληνὸς ἀνέχεσθαι οἰδοῦντος καὶ διεφθαρμένου ὀδόντος ἢ ψυχῆς ἄφρονος καὶ ἀμαθοῦς καὶ δειλῆς καὶ θρασείας καὶ φιληδόνου καὶ ἀνελευθέρου καὶ ὀργίλης καὶ λυπηρᾶς καὶ πανούργου καὶ πάντα τρόπον διεφθαρμένης.