Ancient Greek
(11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας
Dio Chrysostomus Soph., Orationes 81-4
Not analysed yet
ἀέρα γὰρ ἢ πῦρ ἐργάσασθαι καὶ τὴν ἄφθονον πηγὴν ὕδατος ὅσον τε ἐν ἅπασι τούτοις στερεὸν ἕρμα· λέγω δὲ οὐ χρυσοῦ καὶ λίθου, ταῦτα μὲν γὰρ σμικρὰ καὶ φαῦλα, ἀλλὰ τὴν πᾶσαν ἰσχυρὰν καὶ βαρεῖαν οὐσίαν· ἰδίᾳ τε ἕκαστον διακρίνοντα καὶ συμπλέκοντα εἰς γένεσιν ζῴων καὶ φυτῶν, οὐδὲ θεοῖς πᾶσι δυνατὸν ἢ μόνῳ τούτῳ σχεδὸν ὃν πάνυ καλῶς ποιητὴς προσεῖπεν ἕτερος, Δωδωναῖε μεγασθενὲς ἀριστοτέχνα πάτερ.