Ancient Greek
(3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ.
Dio Chrysostomus Soph., Orationes 83-2
Not analysed yet
ταῦτα δὴ λογιζόμενος οὐκ ἄχθεται καρτερῶν. κατανοεῖ δὲ τοὺς μὲν πόνους ὑγίειάν τε παρέχοντας καὶ σωτηρίαν ἔτι δὲ δόξαν ἀγαθήν, τὴν δὲ αὖ τρυφὴν ἅπαντα τούτων τἀναντία. ἔτι δὲ οἱ μὲν πόνοι αὑτοὺς ἐλάττους ἀεὶ ποιοῦσι καὶ φέρειν ἐλαφροτέρους, τὰς δὲ ἡδονὰς μείζους καὶ ἀβλαβεστέρας, ὅταν γίγνωνται μετὰ τοὺς πόνους. ἡ δέ γε τρυφὴ τοὺς μὲν πόνους ἀεὶ χαλεπωτέρους ποιεῖ φαίνεσθαι, τὰς δὲ ἡδονὰς ἀπομαραίνει καὶ ἀσθενεῖς ἀποδείκνυσιν.