Ancient Greek
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α.
Dio Chrysostomus Soph., Orationes 84
Not analysed yet
κἀκεῖνος ἐπέτρεψεν αὐτῷ βασιλεύειν τοῦ σύμπαντος ἀνθρώπων γένους, ὡς ὄντι ἱκανῷ. τοιγαροῦν ὅπου μὲν ἴδοι τυραννίδα καὶ τύραννον ἐκόλαζε καὶ ἀνῄρει παρά τε Ἕλλησι καὶ βαρβάροις· ὅπου δὲ βασιλείαν καὶ βασιλέα, ἐτίμα καὶ ἐφύλαττεν. καὶ διὰ τοῦτο τῆς γῆς καὶ τῶν ἀνθρώπωνσωτῆρα εἶναι, οὐχ ὅτι τὰ θηρία αὐτοῖς ἀπήμυνεν· πόσον γὰρ ἄν τι καὶ βλάψειε λέων ἤ σῦς ἄγριος; ἀλλʼ ὅτι τοὺς ἀνημέρους καὶ πονηροὺς ἀνθρώπους ἐκόλαζε καὶ τῶν ὑπερηφάνων τυράννων κατέλυε καὶ ἀφῃρεῖτο τὴν ἐξουσίαν. καὶ νῦν ἔτι τοῦτο δρᾷ, καὶ βοηθός ἐστι καὶ φύλαξ σοι τῆς ἀρχῆς, ἕως ἄν τυγχάνῃς βασιλεύων.