Ancient Greek
89 to 90
Dio Chrysostomus Soph., Orationes 89-90
Not analysed yet
τέλος δὲ τὴν τάφρον διαβαινομένην καὶ τὸ ναύσταθμον πολιορκούμενον καὶ ῥηγνυμένας ὑπὸ τοῦ Ἕκτορος τὰς πύλας καὶ τοὺς Ἀχαιοὺς εἰς τὰς ναῦς ἤδη κατειλημένους καὶ περὶ τὰς σκηνὰς πάντα τὸν πόλεμον καὶ τὸν Αἴαντα ἄνωθεν μαχόμενον ἀπὸ τῶν νεῶν καὶ τέλος ἐκβληθέντα ὑπὸ τοῦ Ἕκτορος καὶ ἀναχωρήσαντα καὶ τῶν νεῶν τινας ἐμπρησθείσας. ἐνταῦθα γὰρ οὐκ ἔστιν Αἰνείας ὑπὸ Ἀφροδίτης ἁρπαζόμενοσοὐδὲ Ἄρης ὑπὸ ἀνδρὸς τιτρωσκόμενος οὐδὲ ἄλλο τοιοῦτον οὐθὲν ἀπίθανον, ἀλλὰ πράγματα ἀληθῆ καὶ ὅμοια γεγονόσι. μεθʼ ἣν ἧτταν οὐκέτι ἦν ἀναμάχεσθαι δυνατὸν οὐδὲ θαρρῆσαί ποτε τοὺς οὕτως ἀπειρηκότας ὡς μήτε ὑπὸ τῆς τάφρου μήτε ὑπὸ τοῦ ἐρύματος ὠφεληθῆναι μηθὲν μήτε αὐτὰς διαφυλάξαι τὰς ναῦς.